[1] Ὁ μὲν ἐπισταλτικὸς χαρακτὴρ ποικίλος τε καὶ πολυσχιδὴς ὑπάρχει, ὅθεν τῷ γράφειν βουλομένῳ προσήκει μὴ ἁπλῶς μηδ' ὡς ἔτυχεν ἐπιστέλλειν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ καὶ τέχνῃ· ἄριστα δ' ἄν τις ἐπιστεῖλαι δυνηθείη, εἰ γνοίη, τί τέ ἐστιν ἐπιστολὴ καὶ τί λέγειν ὅλως ἐν αὐτῇ θέμις καὶ εἰς πόσας προσηγορίας διαιρεῖται.
[2] Ἐπιστολὴ μὲν οὖν ἐστιν ὁμιλία τις ἐγγράμματος ἀπόντος πρὸς ἀπόντα γινομένη καὶ χρειώδη σκοπὸν ἐκπληροῦσα, ἐρεῖ δέ τις ἐν αὐτῇ ὥσπερ παρών τις πρὸς παρόντα.
[3] διαιρεῖται δὲ εἰς συχνάς τε καὶ παμπόλλους προσηγορίας. οὐ γὰρ ἐπειδὴ ἐπιστολὴ προσαγορεύεται ἑνικῷ ὀνόματι, ἤδη καὶ πασῶν τῶν κατὰ τὸν βίον φερομένων ἐπιστολῶν εἷς τίς ἐστι χαρακτὴρ καὶ μία προσηγορία, ἀλλὰ διάφοροι, καθὼς ἔφην.
[4] Εἰσὶ δὲ πᾶσαι αἱ προσηγορίαι αἷς ὁ ἐπιστολιμαῖος ὑποβάλλεται χαρακτήρ, αἵδε· α΄ παραινετική, β΄ μεμπτική, γ΄ παρακλητική, δ΄ συστατική, ε΄ εἰρωνική, Ϛ΄ εὐχαριστική, ζ΄ φιλική, η΄ εὐκτική, θ΄ ἀπειλητική, ι΄ ἀπαρνητική, ια΄ παραγγελματική, ιβ΄ μεταμελητική, ιγ΄ ὀνειδιστική, ιδ΄ συμπαθητική, ιε΄ θεραπευτική, ιϚ΄ συγχαρητική, ιζ΄ παραλογιστική, ιη΄ ἀντεγκληματική, ιθ΄ ἀντεπισταλτική, κ΄ παροξυντική, κα΄ παραμυθητική, κβ΄ ὑβριστική, κγ΄ ἀπαγγελτική, κδ΄ σχετλιαστική, κε΄ πρεσβευτική, κϚ΄ ἐπαινετική, κζ΄ διδασκαλική, κη΄ ἐλεγκτική, κθ΄ διαβλητική, λ΄ ἐπιτιμητική, λα΄ ἐρωτηματική, λβ΄ παραθαρρυντική, λγ΄ ἀναθετική, λδ΄ ἀποφαντική, λε΄ σκωπτική, λϚ΄ μετριαστική, λζ΄ αἰνιγματική, λη΄ ὑπομνηστική, λθ΄ λυπητική, μ΄ ἐρωτική, μα΄ μικτή.
[5] Παραινετικὴ μὲν οὖν ἐστι δι' ἧς παραινοῦμέν τινι προτρέποντες αὐτὸν ἐπί τι ὁρμῆσαι ἢ καὶ ἀφέξεσθαί τινος. ἡ παραίνεσις δὲ εἰς δύο διαιρεῖται, εἴς τε προτροπὴν καὶ ἀποτροπήν. ταύτην δέ τινες καὶ συμβουλευτικὴν εἶπον οὐκ εὖ, παραίνεσις γὰρ συμβουλῆς διαφέρει. παραίνεσις μὲν γάρ ἐστι λόγος παραινετικὸς ἀντίρρησιν οὐκ ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν· οὐδεὶς γὰρ ἐναντιοῦται τῇ παραινέσει ταύτῃ μὴ πρότερον μανείς· συμβουλὴ δ' ἐστὶ λόγος συμβουλευτικὸς ἀντίρρησιν ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου κέρδη, ἕτερος δέ τις ἂν ἀντείποι, ὡς οὐ δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου συμβαίνοντα, οἷον ἧττα, αἰχμαλωσία, πληγαί, πολλάκις καὶ πόλεως κατασκαφή.
[6] Μεμπτικὴ δ' ἐστὶ δι' ἧς μεμφόμεθά τινα.
[7] παρακλητικὴ δι' ἧς ἀξιοῦμέν τινα διά τι πρᾶγμα.
[8] συστατικὴ δι' ἧς συνιστῶμέν τινα παρά τινι. ἡ δ' αὐτὴ καὶ παραθετικὴ καλεῖται.
[9] εἰρωνικὴ δι' ἧς ἐπαινοῦμέν τινα ἐν ὑποκρίσει περὶ τὴν ἀρχήν, ἐπὶ τέλει δὲ τὸν ἑαυτῶν σκοπὸν ἐμφαίνομεν, ὡς τὰ ῥηθέντα καθ' ὑπόκρισιν εἰρήκαμεν.
[10]
εὐχαριστικὴ δι' ἧς χάριν γινώσκομέν τινι διά τι.[11] φιλικὴ δι' ἧς φιλίαν ψιλὴν ἐμφαίνομεν μόνον.
[12] εὐκτικὴ δι' ἧς τυχεῖν τινος εὐχόμεθα.
[13] ἀπειλητικὴ δι' ἧς ἀπειλοῦμέν τινι.
[14] ἀπαρνητικὴ δι' ἧς ἀπαρνούμενοί τι φαινόμεθα.
[15] παραγγελματικὴ δι' ἧς παραγγέλλομέν τινι περί τινος. αὕτη δὲ καὶ μαρτυρικὴ καλεῖται.
[16]
μεταμελητικὴ δι' ἧς δοκοῦμεν μεταγινώσκειν ἐφ' οἷς ὑπεσχόμεθά τινι ἢ καὶ ἐφ' οἷς ἐδόξαμεν ἐσφάλθαι.[17]
ὀνειδιστικὴ δι' ἧς ὀνειδίζομέν τινα ἐφ' οἷς ὑφ' ἡμῶν πέπονθε καλῶς, εἰ ἀμνημονεῖ.[18] συμπαθητικὴ δι' ἧς δοκοῦμέν τινι συμπάσχειν ἐφ' οἷς ὑπέστη κακοῖς.
[19] θεραπευτικὴ δι' ἧς θεραπεύομέν τινα λυπηθέντα πρὸς ἡμᾶς περί τινος. ταύτην δὲ καὶ ἀπολογητικήν τινες καλοῦσιν.
[20] συγχαρητικὴ δι' ἧς συγχαίρομέν τινι εὖ πράττοντι.
[21] παραλογιστικὴ δι' ἧς ὑπερφρονοῦμέν τινος ὡς εὐτελοῦς.
[22] ἀντεγκληματικὴ δι' ἧς ἐγκαλούμενοι ἀντεγκαλοῦμέν τινι τὸ ἐπιφερόμενον ἡμῖν ἔγκλημα περιτρέποντες τῷ ἐγκαλοῦντι.
[23] ἀντεπισταλτικὴ δι' ἧς πρὸς τὰ γραφέντα ἡμῖν ἐπιστέλλομεν.
[24] παροξυντικὴ δι' ἧς ἐρεθίζομέν τινα καὶ παροξύνομεν πρὸς τὴν κατά τινος μάχην.
[25] παραμυθητικὴ δι' ἧς παραμυθούμεθά τινα ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ λυπηροῖς.
[26] ὑβριστικὴ δι' ἧς ὑβρίζομέν τινα διά τι.
[27] ἀπαγγελτικὴ δι' ἧς ἀπαγγέλλομέν τι τῶν συμβάντων πραγμάτων.
[28] σχετλιαστικὴ δι' ἧς σχετλιάζοντές τε καὶ ὀδυρόμενοι φαινόμεθα.
[29]
πρεσβευτικὴ δι' ἧς πρεσβεύομεν περί τινος.[30] ἐπαινετικὴ δι' ἧς ἐπαινοῦμέν τινα ἐπ' ἀρετῇ τινι διαπρέποντα. χρὴ δὲ γινώσκειν ὡς ἔπαινος ἐγκωμίου διαφέρει. ἔπαινος μὲν γάρ ἐστι λόγος ἐπαινετικὸς μίαν πρᾶξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγος ἐγκωμιαστικὸς πολλὰς ἐν ἑαυτῷ πράξεις περιλαμβάνων. ἡ οὖν ἐπιστολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦσά τινος ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰς ἐγκωμιαστική.
[31] διδασκαλικὴ δι' ἧς διδάσκομέν τινα περί τινος.
[32] ἐλεγκτικὴ δι' ἧς ἐλέγχομέν τινα ἀρνούμενον πρᾶξίν τινα πραχθεῖσαν αὐτῷ ἢ λόγον λεχθέντα.
[33] διαβλητικὴ δι' ἧς διαβάλλομέν τινα ἐφ' οἷς ἔπραξεν.
[34] ἐπιτιμητικὴ δι' ἧς ἐπιτιμῶμέν τινι ἐφ' οἷς ἀσέμνως πράττει.
[35] ἐρωτηματικὴ δι' ἧς ἐρωτῶμέν τινα περί τινος ἀγνοοῦντες ἐπὶ τῷ τὴν ἐπιστήμην εὐτυχῆσαι παρ' αὐτοῦ τοῦ ζητουμένου.
[36] παραθαρρυντικὴ δι' ἧς παραθαρρύνομέν τινα καὶ ἄφοβον καθιστῶμεν.
[37] ἀναθετικὴ δι' ἧς τὴν ἑαυτῶν γνώμην ἀνατιθέμεθά τινι τῶν φίλων συμβουλῆς παρ' αὐτοῦ δεόμενοι.
[38] ἀποφαντικὴ δι' ἧς ἀποφαινόμεθα καὶ ἀπότομον κρίσιν ἐκφέρομεν κατά τινος.
[39] σκωπτικὴ δι' ἧς σκώπτομέν τινα ἐπί τινι.
[40] μετριαστικὴ δι' ἧς μετριάζομέν τι καὶ ταπεινοφρονοῦμεν.
[41]
αἰνιγματικὴ δι' ἧς ἄλλα μέν τινα λέγεται, ἄλλα δὲ νοεῖται.[42] ὑπομνηστικὴ δι' ἧς δοκοῦμέν τινα τοῦ ζητουμένου πράγματος ἡμῖν ὑπομιμνήσκειν τὸν σκοπὸν ἡμῶν ἐν αὐτῇ χαράττοντες.
[43] λυπητικὴ δι' ἧς ἐμφαίνομεν ἑαυτοὺς λυπουμένους.
[44] ἐρωτικὴ δι' ἧς ἐρωτικοὺς πρὸς τὰς ἐρωμένας προσφερόμεθα λόγους.
[45] μικτὴ δὲ ἣν ἐκ διαφόρων χαρακτήρων συνιστῶμεν.
[46] Αὗται μὲν οὖν εἰσιν αἱ προσηγορίαι πᾶσαι εἰς ἃς ἡ ἐπιστολὴ διαιρεῖται. δεῖ δὲ τὸν ἀκριβῶς ἐπιστέλλειν ἐθέλοντα μὴ μόνον τῇ τῆς ὑποθέσεως μεθόδῳ χρῆσθαι, ἀλλὰ καὶ φράσεως ἀρετῇ τὴν ἐπιστολὴν κατακοσμεῖν καὶ ἀττικίζειν μὲν μετρίως, μὴ μέντοι πέρα τοῦ προσήκοντος κομψολογίᾳ χρῆσθαι.
[47] ἡ γὰρ ὑπὲρ τὸ δέον ὑψηγορία καὶ τὸ ταύτης ὑπέρογκον καὶ τὸ ὑπεραττικίζειν ἀλλότριον τοῦ τῶν ἐπιστολῶν καθέστηκε χαρακτῆρος, ὡς πάντες οἱ παλαιοὶ μαρτυροῦσι, Φιλόστρατος δὲ ὁ Λήμνιος μάλιστά φησι· δεῖ γὰρ τὴν τῆς ἐπιστολῆς φράσιν τῆς μὲν συνηθείας ἀττικωτέραν εἶναι, τοῦ δὲ ἀττικισμοῦ συνηθεστέραν καὶ μήτε λίαν ὑψηλὴν μήτε ταπεινὴν ἄγαν, ἀλλὰ μέσην τινά.
[48] κοσμεῖν δὲ δεῖ τὴν ἐπιστολὴν σαφηνείᾳ τε μάλιστα καὶ συντομίᾳ μεμετρημένῃ καὶ ἀρχαϊσμῷ λέξεων. σαφήνεια γὰρ ἀγαθὴ μὲν ἡγεμὼν παντὸς λόγου, μάλιστα δὲ ἐπιστολῆς.
[49]
χρὴ μέντοι μήτε συντομίᾳ σαφήνειαν διαφθείρειν μήτε σαφηνείας φροντίζοντα ληρεῖν ἀμέτρως, ἀλλὰ τοῦ συμμέτρου στοχάζεσθαι τοὺς ἀκριβεῖς τοξότας μιμούμενον. ὥσπερ γὰρ οὔτε τὸ πολὺ τὸν προκείμενον τοῖς τοξόταις σκοπὸν παρέρχεσθαι οὔτε τὸ ἐντὸς τοῦ σκοποῦ τοξεύειν καὶ πολὺ τοῦ προσήκοντος ἀποδεῖν ἀνδρός ἐστιν εὐφυοῦς τε καὶ στοχαστικοῦ, ἀλλὰ μόνου τοῦ συμμέτρως στοχαζομένου τοῦ σκοποῦ καὶ τοῦτον βάλλοντος, οὕτως οὔτε τὸ πέρα τοῦ προσήκοντος ληρεῖν οὔτε τὸ βραχυλογίαν ἀσπάζεσθαι δι' ἀπορίαν καὶ τὸ σαφὲς ἐπικρύπτειν τῶν ἐπιστάλσεων ἀνδρός ἐστι λογίου, ἀλλὰ μόνου τοῦ μετ' εὐφραδείας τῆς συμμετρίας στοχαζομένου καὶ τὸ λεγόμενον καλῶς σαφηνίζοντος.[50] τὸ μὲν οὖν μέγεθος τῆς ἐπιστολῆς ὡς πρὸς τὰ πράγματα, καὶ οὐ πάντως τὸ πλῆθος καθάπερ κακίαν ἀτιμάζειν καλόν, ἀλλὰ δεῖ καί τινας ἐπιστολὰς ἀπομηκύνειν ἐν καιρῷ πρὸς τὴν ἀπαιτοῦσαν χρείαν, πληρώσει δὲ τὴν εἰς ἐπιστολὰς χάριν ἱστοριῶν τε καὶ μύθων μνήμη καὶ παλαιῶν συγγραμμάτων καὶ παροιμιῶν εὐστόχων καὶ φιλοσόφων δογμάτων χρῆσις, οὐ μέντοι γε ταύτην διαλεκτικῶς προσακτέον.
[51]
Τοσαῦτα μὲν περὶ ἐπιστολιμαίου χαρακτῆρος εἰρηκὼς καὶ τοῖς λεχθεῖσιν ἀρκεῖσθαι κρίνας τοὺς συνετοὺς ὑπογράψομαι καὶ τὰς ἐπιστολὰς ἑκάστῃ οἰκείαν ἁρμόσας προσηγορίαν. προσήκει μέντοι τῷ γράφειν βουλομένῳ πρὸς τοῦ κατὰ τὴν ἐπίσταλσιν χαρακτῆρος μὴ ληρεῖν μήτε μὴν ἐπιθέτοις ὀνόμασι χρῆσθαι, ὡς ἂν μὴ κολακεία τις καὶ δυσγένεια προσῇ τῷ γράμματι, ἀλλ' οὕτως ἀπάρχεσθαι· ὁ δεῖνα τῷ δεῖνι χαίρειν. οὕτω γὰρ ἅπαντες οἱ ἐπὶ σοφίᾳ τε καὶ λόγοις διαπρέψαντες παλαιοὶ φαίνονται πεποιηκότες καὶ δεῖ τὸν ἐκείνων ζηλωτὴν βουλόμενον γίνεσθαι κατόπιν αὐτῶν βαίνειν. εἰσὶ δὲ αἱ προταγεῖσαι ἐπιστολαὶ αὗται.
[52] Παραινετική. Ζηλωτὴς ἀεί, βέλτιστε, γενοῦ τῶν ἐναρέτων ἀνδρῶν. κρεῖττον γάρ ἐστι τοὺς ἀγαθοὺς ζηλοῦντα καλὸν ἀκούειν ἢ φαύλοις ἑπόμενον ἐπονείδιστον εἶναι τοῖς πᾶσιν.
[53] Μεμπτική. Οὐ καλῶς ἔδρασας τοὺς εὖ ποιήσαντας ἀδικήσας. δέδωκας γὰρ ἄλλοις κακίας παράδειγμα τοὺς εὐεργέτας ὑβρίζων.
[54] Παρακλητική. Καὶ πάλαι μὲν ἠξίωσα τὴν σὴν ἱερὰν διάθεσιν καὶ νῦν δὲ ἀξιῶ τυχεῖν τοῦδε τοῦ πράγματος καὶ εὖ οἶδ' ὅτι τεύξομαι. δίκαιον γάρ ἐστι τοὺς γνησίους φίλους τυγχάνειν τῶν αἰτήσεων, ὅταν αὗται μὴ πονηραὶ πεφύκωσι, μάλιστα.
[55] Συστατική. Τὸν τιμιώτατον καὶ περισπούδαστον ἄνδρα τόνδε δεξάμενος ξενίσαι μὴ κατοκνήσῃς σεαυτῷ πρέποντα πράττων κἀμοὶ κεχαρισμένα.
[56] Εἰρωνική. Λίαν ἄγαμαι τὴν σὴν ἐπιείκειαν, ὅτι οὕτω ταχέως μεταβάλλῃ ἀπ' εὐνομίας εἰς τὸ ἐναντίον, ὀκνῶ γὰρ εἰπεῖν εἰς μοχθηρίαν. ὡς δὲ ἔοικεν, οὐ τοὺς ἐχθροὺς φίλους ποιεῖν παρεσκεύασαι, ἀλλὰ τοὺς φίλους ἐχθρούς. τὸ γὰρ δρᾶμα δέδειχεν ὡς καὶ φίλων ἀνάξιον καὶ τῆς σῆς παροινίας ἐπάξιον.
[57] Εὐχαριστική. Πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν ἕνεκα χάριν γινώσκω τῇ σῇ καλοκἀγαθίᾳ, μάλιστα δὲ τοῦδε τοῦ πράγματος ἐφ' ᾧ με τῶν ἄλλων ὑπὲρ ἁπάντων ὠφέλησας πλεῖον.
[58] Φιλική. Γνησίων εὐπορήσας γραμματηφόρων ἐσπούδασα τὴν σὴν ἀγχίνοιαν προσειπεῖν. ὅσιον γὰρ ὑπάρχει τοὺς γνησίους φίλους παρόντας μὲν τιμᾶν, ἀπόντας δὲ προσερεῖν.
[59] Εὐκτική. Εἴθε μοι τὸ θεῖον παράσχοι τὴν σὴν ἱερὰν θεάσασθαι μορφήν, ἧς ἀπολαῦσαι πάλαι ἐλπίζω διηνεκῶς εὐχὰς ὑπὲρ τούτου ποιούμενος τῷ κρείττονι.
[60] Ἀπειλητική. Εὖξαι πάσῃ ψυχῇ καὶ παντὶ σθένει μὴ παραγένωμαι. ἐὰν γὰρ παραγένωμαι, πολλῶν πειραθήσῃ κακῶν, ὧν οὐκ ἤλπισάς ποτε δέξασθαι πεῖραν.
[61] Ἀπαρνητική. Οὐδὲν εἴργασμαι, βέλτιστε ἀνδρῶν, ὧν ἀκηκοὼς ἐγκαλεῖς μοι δεινῶν. ὅθεν μηδὲν φαῦλον φρόνει περὶ ἐμοῦ. οὐ γὰρ θέμις διαβολῇ πιστεύειν καὶ φήμῃ ματαίᾳ μηδὲν ὑγιὲς λεγούσῃ. διαβολὴ γὰρ μήτηρ ἐστὶ πολέμου.
[62] Παραγγελματική. Πολλάκις ἠδίκησας τὸν ἡμέτερον γεωργὸν ὡς μὴ γινώσκων εἰς ἡμᾶς ἀνατρέχουσαν τὴν ὕβριν. ἀλλὰ παῦσαι τοῦ λοιποῦ, μή σε καὶ τῆς προτέρας ἀδικίας δίκην εἰσπραξώμεθα.
[63] Μεταμελητική. Οἶδα καὶ σφαλείς, ὡς κακῶς διεπραξάμην. διὸ μεταγνοὺς ἐπὶ τῷ σφάλματι συγγνώμην αἰτῶ. ἧς μεταδοῦναί μοι μὴ κατοκνήσῃς. δίκαιον γάρ ἐστι συγγινώσκειν πταίουσι τοῖς φίλοις, ὅτε μάλιστα καὶ ἀξιοῦσι συγγνώμης τυχεῖν.
[64] Ὀνειδιστική. Πολλὰ καλὰ πέπονθας ὑφ' ἡμῶν καὶ θαυμάζω καθ' ὑπερβολήν, πῶς οὐδενὸς τούτων μνείαν ποιεῖς, ἀλλὰ κακῶς ἡμᾶς λέγεις, ὅπερ ἐστὶν ἀχαρίστου γνώμης. οἱ γὰρ ἀχάριστοι τῶν καλῶν ἀμνημονοῦσι καὶ τοὺς εὐεργέτας ὡς ἐχθροὺς κακῶς ἐπὶ τούτοις διατίθενται.
[65] Συμπαθητική. Σφόδρα κατὰ ψυχὴν ἠχθέσθην ἀκηκοὼς περί τινων συμβάντων σοι δεινῶν καὶ τὸ θεῖον ἱκέτευσα τούτων ἐλεύθερόν σε καταστῆσαι. φίλων γάρ ἐστιν εὔχεσθαι τοὺς φίλους ἀεὶ κακῶν ἐλευθέρους ὁρᾶν.
[66] Θεραπευτική. Ἐγὼ μὲν ἐφ' οἷς εἶπον λόγοις μετῆλθον ἔργῳ, τὸ γὰρ σύνολον οὐκ ἐνόμιζόν σέ ποτε λυπηθήσεσθαι· εἰ δ' ἐπὶ τοῖς λεχθεῖσιν ἢ πραχθεῖσιν ἠχθέσθης, ἴσθι, κράτιστε ἀνδρῶν, ὡς οὐκέτι τῶν ῥηθέντων λόγον ὅλως ποτὲ ποιήσομαι. σκοπὸς γάρ μοι θεραπεύειν ἀεὶ τοὺς φίλους ἐστὶν ἤπερ λυπεῖν.
[67] Συγχαρητική. Συγχαίρω σοι λίαν ἐφ' οἷς ἀγωνισάμενος εὐδοκίμησας εἰς τοσοῦτον ὡς καὶ γραφῇ τιμηθῆναι. συγχαίρειν γὰρ χρὴ τοῖς φίλοις εὖ πράττουσιν ὡς καὶ συναλγεῖν λυπουμένοις.
[68] Παραλογιστική. Εἰ καὶ μέγας τις ἦσθα καὶ τῶν ἐπὶ δυνάμει βοωμένων εἷς, ἐν οὐδενί σε μέτρῳ τὸ παράπαν ἂν περιεπτυξάμην. πολὺ δέ γε μᾶλλόν σε νῦν οὐ προσποιοῦμαι διὰ τὴν ἀσθένειάν σου. οὐδὲν γάρ με λυπεῖς οὐ δι' ἀρετὴν τοῦ μὴ θέλειν ἀδικεῖν, ἀλλὰ τῷ δυνάμεως ἀπορεῖν.
[69] Ἀντεγκληματική. Τί ἐγκαλεῖς ἡμῖν ὡς αἰτίοις σοι γενομένοις συμφορᾶς καὶ οὐκ ἐγκαλεῖς σεαυτῷ τῷ κακώσαντι τὰ καθ' ἡμᾶς; σὺ γὰρ ἡμῖν αἴτιος γέγονας ἀπείρων κακῶν ὁ καὶ πολλοὺς ἄλλους λυπήσας καὶ οὐχ ἡμεῖς σοὶ οἱ μηδένα τὸ παράπαν ἠδικηκότες ποτέ.
[70] Ἀντεπισταλτική. Δεξάμενος τὰ γράμματα τῆς σῆς γνησιότητος καὶ γνοὺς δι' αὐτῶν ὡς ἐν εὐπραγίᾳ διάγεις, λίαν ἥσθην. δι' εὐχῆς γὰρ ἔχω τοὺς φίλους εὖ πράττειν ἀεί.
[71] Παροξυντική. Εἰ πόρρω τυγχάνων ἐγὼ τοῦ κακοδαίμονος Διοκλέους λίαν ἄχθομαι, καθὸ κακῶς σε πανταχοῦ γῆς διατίθεται, πολύ γε μᾶλλον σὺ τῆς εἰς σὲ λοιδορίας χάριν ὤφελες ἀμύνασθαι. καλὸν γάρ ἐστι τοὺς πονηροὺς μείζοσιν ὧν ἀδικοῦσι περιβάλλειν κακοῖς καὶ τὰς πολλὰς ἐπιστομίζειν φλυαρίας.
[72] Παραμυθητική ...
[73] Ὑβριστική. Εἰ καλὸς ἦσθα, πολλοὺς ἂν εἶχες φίλους γνησίους· νῦν δ' ἐπειδὴ φαῦλος ἔφυς, εἰκότως οὐδένα κέκτησαι φίλον. ἕκαστος γὰρ τῶν ἐμφρόνων ἀνδρῶν σπουδὴν ποιεῖται τὸν ἄτοπον φεύγειν ἀεί.
[74] Ἀπαγγελτική. Πολλὰ δεινὰ τῇ νῦν ὑφ' ἡμῶν οἰκουμένῃ συμβέβηκε πόλει. πολέμου γὰρ αὐτὴν ἐμφυλίου κατειληφότος τὸ πλεῖστον αὐτῆς ἐξηφανίσθη ὡς μηδὲν διαφέρειν τῆς Σκυθῶν ἐρημίας.
[75] Σχετλιαστική. Ὦ πόσων ἡμῖν κακῶν αἴτιος γέγονεν ἡ συντυχία τοῦ κακοδαίμονος Ἑρμογένους, ὦ πόσαις συμφοραῖς καὶ δεινοῖς ἡμᾶς περιέβαλε. κρεῖττον γὰρ ἡμῖν τῷ Πλούτωνι ξυντυχεῖν ἢ τῷ τοῖς θεοῖς ἐχθρῷ.
[76] Πρεσβευτική. Ἀεὶ τῶν δωρεῶν τῆς ὑμετέρας κηδεμονίας ἀπελαύομεν. ὅθεν καὶ νῦν, ἀγαθοί, διὰ τῶνδε τῶν πρεσβειῶν ἀξιοῦμεν τοῦδε τοῦ πράγματος τυχεῖν, ὃ συνήθως ἀξιοῦσιν ἐχαρίσασθε. ἐν τούτῳ οὖν τὸ μεγαλόψυχον τῆς ὑμετέρας ἀρετῆς ἐπιδεῖξαι δυσωπήθητε.
[77] Ἐπαινετική. Ἀγχίνουν ὄντα σε καθ' ὑπερβολὴν καὶ σφόδρα συνετὸν ἐπαινῶ καὶ τιμῶ. πρέπει γὰρ τοὺς θείους ἄνδρας μὴ μόνον ἐπαινεῖν, ἀλλὰ καὶ τιμᾶν.
[78] Διδασκαλική. Μὴ νόμιζε τῶν συμβάντων σοι δεινῶν αἴτιον τὸ θεῖον γεγενῆσθαι. πανταχοῦ γὰρ τὸ θεῖον ἐλεύθερον κακῶν ὑπάρχει. τὸ γὰρ τοῖς ἄλλοις φεύγειν τὰ κακὰ παρακελευόμενον οὐκ ἂν αἴτιόν ποτέ τινι κακίας γένοιτο.
[79] Ἐλεγκτική. Οὐ λέληθας τόδε τὸ πρᾶγμα διαπραξάμενος. πολλοὺς γὰρ ἔχεις ἐλέγχους κἂν ἀρνῇ, καὶ μάλιστα τοὺς συνίστοράς σοι γεγονότας καὶ τῆς αὐτῆς σοι κεκοινωνηκότας πράξεως. ὅθεν μηδὲ τὴν τιμωρίαν ἔλπιζε διαφεύξεσθαι.
[80] Διαβλητική. Πολλῶν μοι κακῶν αἴτιος γέγονεν ὁ δεῖνα φαῦλος ἄγαν ὢν τὸν τρόπον. ὑποδὺς γάρ με καθάπερ φίλος καὶ πολλὰ καλὰ ὑπ' ἐμοῦ πεπονθὼς καὶ μὴ δυνηθεὶς τοῖς ἴσοις ἀμείψασθαι διὰ τὸ καλῶν ἀπορεῖν μεγίστοις περιέβαλε κακοῖς. φυλάττου γοῦν τοῦτον, μὴ καὶ σὺ τῶν ὁμοίων ὑπ' αὐτοῦ πειραθῇς δεινῶν.
[81] Ἐπιτιμητική. Αἰδέσθητι λοιπὸν ἐφ' οἷς ἁμαρτάνεις καὶ παῦσαι τοῦ πλημμελεῖν καὶ μὴ μελέτην ἁμαρτημάτων τὸν σὸν βίον ποιοῦ. σοῦ γὰρ ἕνεκεν ἡμεῖς αἰσχυνόμεθα.
[82] Ἐρωτηματική. Πολλὴν ζήτησιν εἰσενεγκάμενος περὶ τόδε τὸ κεφάλαιον καὶ μὴ κατειληφὼς αὐτοῦ τὴν εὕρεσιν δίκαιον ἡγησάμην διὰ τοῦδε τοῦ πρὸς ὑμᾶς ἐρωτηματικοῦ ῥήματος τὴν ἐπιστήμην τοῦ ζητουμένου παρ' ὑμῶν εὐτυχῆσαι. λοιπὸν ἀξιοῦντι μηδαμῶς ἀποκνήσητε παρασχέσθαι τὴν χάριν καὶ ἐπιστῆσαι τὸ ζητούμενον.
[83] Παραθαρρυντική. Ἄφοβος ἔσο τὸ παράπαν, ἔχου δὲ σεμνῶς πολιτευόμενος διὰ τὸ τὸ θεῖον ἔχειν εὐμενές. πανταχοῦ γὰρ τὸ θεῖον τῷ ὀρθῶς βιοῦντι παρίσταται.
[84] Ἀναθετική. Δέδοκταί μοι τόδε τὸ πρᾶγμα διαπράξασθαι; διὸ καὶ τὴν ἐμαυτοῦ βουλὴν ἀνατίθεμαί σοι. ὅθεν τὸ συμφέρον σκοπήσας ἐπίστειλον τὸ πρακτέον. ποθῶ γὰρ ἀεὶ παρὰ τῶν ἐμφρόνων δέχεσθαι γνώμας. αἱ γὰρ ἄρισται τῶν φίλων συμβουλίαι καλλίστας ἔχουσι τὰς εὐεργεσίας.
[85] Ἀποφαντική. Τὸν ἐμὸν οἰκέτην ἐβουλευσάμην τιμωρήσασθαι δι' ἥν μοι κατεσκεύασεν ἐπιβουλήν. ὅθεν μή μοι παρακλήσεις προσάγειν περὶ αὐτοῦ πειρῶ. ἀδύνατον γάρ ἐστι μὴ τὴν ἐμαυτοῦ βουλὴν εἰς πέρας ἄξειν καὶ τοῦτον πάντη τε καὶ πάντως κολάσαι.
[86] Σκωπτική. Κίλικα μέν σε πρὸς ἁπάντων ἀκούω τυγχάνειν τῷ γένει, Ἰνδὸν δὲ σκοπῶν ἐφευρίσκω, καθάπερ αὐτὸς ὁ μελάντατος τοῦ σώματος κέκραγε χρώς.
[87] Μετριαστική ...
[88] Αἰνιγματική ...
[89] Ὑπομνηστική. Παραγενόμενος ἐν τῷδε τῷ τόπῳ καὶ ἀνερευνήσας τὸν τιμιώτατον ἄνδρα τὸν δεῖνα λέξον ἐξ ἐμοῦ τῷδε τάδε.
[90] Λυπητική. Σφόδρα καθ' ὑπερβολὴν λελύπηκας τόδε τὸ πρᾶγμα διαπραξάμενος. ὅθεν ἰσχυρῶς ἄχθομαι πρὸς σὲ καὶ δυσίατόν τινα λυποῦμαι λύπην. αἱ γὰρ ἐκ φίλων εἰς φίλους γινόμεναι λῦπαι δυσθεράπευτοι λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας.
[91] Ἐρωτική. Ἐρῶ, ἐρῶ, νὴ τοὺς θεούς, τῆς σῆς εὐπρεποῦς τε καὶ ἐρωτικῆς μορφῆς καὶ ἐρῶν οὐκ αἰσχύνομαι. τὸ γὰρ εὐπρεποῦς ἐρᾶν οὐκ αἰσχρόν. εἰ δέ γε καὶ ψέξειέ τις ὅλως ὡς ἐρῶντα, πάλιν ὡς καλῆς ἐφιέμενον ἐπαινέσειεν.
[92] Μικτή. Οἶδα μὲν ὡς εὐσεβῶς ζῆς καὶ σεμνῶς πολιτεύῃ καὶ τῇ ἀνεπιλήπτου τε καὶ ἁγνῆς πολιτείας ἀρετῇ τὸ περιβόητον αὐτὸ τῆς φιλοσοφίας κοσμεῖς ὄνομα· καθ' ἓν δὲ τοῦτο μόνον σφάλλῃ, καθὸ τοὺς φίλους κακῶς λέγεις, ὅπερ ἀποθέσθαι σε χρή. διαβολὴ γὰρ φιλοσόφοις οὐχ ἁρμόζει.